Τῇ αὐτῇ ἡμέρᾳ (= d. 23. Aprilis).
Θαύματα τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Γεωργίου· εὐλόγησον πάταερ.
[1. De columna viduae. Περὶ τῆς οἰκοδοῆς τοῦ ναοῦ καὶ τοῦ κίνος. Cod. Chalki, schola theol. 39, f. 255.]
Ἐν Παλαιστίνῃ κατὰ τὴν μητρῷαν τοῦ ἁγίου πολίχνην, ἔνθα καὶ το λείψανον τοῦ ἁγίου κατάκειται, τὸν ἐπὶ τῷ αὐτοῦ ὀνόματι ἐκτισμένον εὐκτήριον οἷκον ἀνοικοδομῆσαι καὶ εἰς μείζονα κάλλος ἀνεγεῖραι βασιλεὺς ἐγνοωκώς, ἀπέστειλέ τινα τῶν ἐν τέλει, χρήματα πολλὰ παρασχόμενος, καὶ ἐκ τῶν δημοσίων ἀναλωμάτων δαπάνας χορηγεῖσθαι προσέταξε, παραγγείλας τὴν οἰκδομίαν ὡς τάχιστα εὖ διαθεῖναι. ἀπελθὼν οὖν ὁ τοιοῦτος ἀνὴρ καὶ τοὺς θεμελίους καταβαλόμεος, τοῦ ἔργου ἀπήρξατο· ἐπεὶ δὲ αὐτῷ καὶ κιόνων ἐδέησε, περιῆγε ζητῶν, πόθεν ἄν ἀξίως τοῦ οἴκου ἐφεύροι καὶ κίονας. οὐδὲ γάρ ἧν ἐπιτήδειος ὁ χῶρος πρὸς λατομίαν· μακρόθεν δὲ μηνυθείσης αὐτῷ τῆς τοιαύτης εὐπορίας, ἐξ αὐτῆς πρὸς τὸν δηλωθέντα παρεγένετο τόπον, καὶ εὑρὼν στύλους πάνυ καλλίστους, σχεδίας εὐτρεπίσας, διὰ θαλάσσης τούτους διαπορθμεύειν ᾠήθη·
Χήρα δέ τις γυνή, ἐν τῴ τόπῳ ὑπάρχουσα καὶ τὸν βίον ἀνεπίληπτον ἔχουσα καὶ τῷ πρὸς τὸν μάρτυρα φίλτρῳ κατεχομένη, εὐχὴν αὐτῷ ηὔξατο, κίονα κάλλιστον παρασκεῖν ἐξ οἰκείων ἀναλωμάτων, εἰς τὸν τούτου νεών· εὑροῦσα δὲ τοῦτον κατ' οὐδὲν τοῦ πόθου ἐνδέοντα καὶ ἐξωνησαμένη, τῇ θαλάσσῃ ἐπέλασε, παρεκάλει τε τὸν ἄρωοντα ἐπὶ τῆς σχεδίας σὺν τοῖς λοιποῖς στύλοις καὶ τοῦτον ἀναλβέσθαι· ἀποσεισάμενος δὲ ἐκεῖνος τὴν ταύτην παράκλησιν ἔφασκε μὴ χρῆναι τῇ τοῦ βασιλέως πολυτελείᾳ χήρας δῶρον ἐγκαταμῖξαι, μήτε μὴν τῇ ἐκ τῶν δημοσίων προσόδων γενομένῃ σχεδίᾳ ἰδιαξούσης γυναικὸς φόρτον ἐπιτεθῆναι· ἐάσας οὗν τοῦτον αὐτόθι καὶ μόνους τοὺς βασιλικοὺς ἐπὶ τῆς σχεδίας ἀναλαβόμενος στύλους, ἀπέπλευσεν· ἡ δὲ γυνή, οὕτως ἑαυτὴν σὺν τῷ δώρῳ παρεωραμένην ὁρῶσα, μετὰ πλείστης οἰμωγῆς πρὸς τὸν ἅγιον ἔλεγεν· «Οἴμοι, ἅγιε τοῦ Χριστοῦ μάρτυς Γεώργιε, διὰ τὶ μή τὸ βραχύ μου τοῦτο δῶρον προσεδέξω τὸν σὸν καθηγητὴν μιμησάμενος; διὰ τί μὴ τὴν ἐμὴν ἐπὶ τούτῳ καρδίαν πεπληροφόρηκας; οὗκ οἵσθά μου τὴν πρός σε πίστιν ὁπόση; οὐκ ἐπίστασαί μου τὸν πόθον ὁποῖς; νῦν ἔγνων, ὅτι προσΨχθισας τῇ ζωῇ μου· νῦν οἷδα, ὅτι τῆς σῆς με ἀπεγύμνωσας σκέπης.»
Ταῦτα αὐτὴ κατολοφυρομένη, φαίνεταί τις ἔφιππος στρατιώτης καὶ ἤρετο τὴν αἴτίαν τοῦ τοσύτου κλαυθμοῦ· τῆς δὲ ἐξειπούσης, ἐκεῖνος αὖθις πρὸς αὐτήν· «Καὶ ἐν ποίῳ τοῦ ωαοῦ τοῦτον ἐβούλου στῆναι τοὸν κίονα;» ἡ δέ φησι· «Δεύτερον εν τῷ δεξιῷ μέρει, κύριε.» ἀποβὰς οὗν τοῦ ἵππου ὁ φανείς, ἔγραψεν ἐπὶ τοῦ κίονοσ τῷ δακτύλῳ ἐπ' οὐτῆς τῆς λέξεως οὕτως· «Οὕτος ὁ στῦλος τῆς κήρας στήτω δεύτερος ἐν τῇ δεξιῷ μέρει τοῦ ναοῦ.» εἷτα λέγει πρὸς τὴν γυναῖκα· «Ἐμοῦ τὸ ἕν μέρος τοῦ στύλου κουφίζοντος, αὐτὴ ὢθησον, γύναι, τὸ ἕτερον.» ἡ δὲ μετ' ἐκπλήξεως ἁψαμένη, παραυτίκα τοῦτον ἑώρα ἐκδραμόντα πρὸς θάλασσαν. καὶ εὐθέως ὁ ἐν σχήματι στρατιώτου φανείς, γέγονεν ἀφανὴς. ἡ δὲ γυνὴ φόβου καὶ θαὺματος πολλοῦ πληρωθεῖσα καὶ ὡς εἴη ὁ ἅγιος πιστεύσασα, εἰς τὸν ἑαυτῆς οἷκον ὑπέστρεψεν, εὐχαριστοῦσα τῷ θεῷ καὶ τῷ ἁγίῳ μάρτυρι. ὁ μέντοι κίων διαπορθμευθεὶς τοὺς ἐν τῇ βασιλικῇ σχεδίᾳ προέλαβε κίονας καὶ παρὰ τὸν αἰγιαλὸν ἔκειτο· φέρων ὡς ἀπό τινος γλυφῆς, ἐγκεκολαμμένα τῆς ἁγίας ἐκείνης χειρὸς τὰ χαράγματα, ἅπερ ἰδὼν ὁ ἐπὶ τῆς οἰκοδομῆς τεταγμένος βασιλικός ἀνήρ, τόν τε κίονα ἐπιγνοὺς καὶ τὴν πίστιν τῆς χήρας ὑπερθαυμάσας, ἐξέστη καὶ τὸν θεὸν ἐδόξαζε καὶ τὴν δύναμιν ἀνύμνει τοῦ μάρτυρος· κατὰ μέντοι τὸ προστεταγμένον αὐτῷ ὑπὸ τοῦ ἁγίου διὰ τῶν θείων ἐκείνων γραμμάτων ἀνυπερθέτως πεποίηκεν.
Ἡμεῖς δὲ τὴν ὀξυτάτην ἀντίληψιν τοῦ μεγάλου ἀθλητοῦ ἐπικαλεσάμενοι, ἐφ' ἑτέραν διήγησιν τῶν θαυμάτοων αὐτοῦ βαδιούμεθα.
No comments:
Post a Comment